粵讀聖經Can Read Bible

加拉太書 5 · SBLGNT 希臘文新約

SBLGNT 希臘文新約 · SBLGNT 1.2

將滑鼠移到原文字詞,或點按/用鍵盤選取,可查看信望愛 CBOL 中文釋義、詞形同原文編號。詞語按同一來源節位比對;未能可靠對應嘅字會保留查閱入口。

1

τῇ ἐλευθερίᾳ ⸂ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

2

Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.

3

μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.

4

κατηργήθητε ⸀ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.

5

ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.

6

ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη.

7

Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ⸀τῇ ἀληθείᾳ μὴ πείθεσθαι;

8

ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.

9

μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.

10

ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸀ἐὰν ᾖ.

11

ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.

12

ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.

13

Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις·

14

ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸀πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸀σεαυτόν.

15

εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπʼ ἀλλήλων ἀναλωθῆτε.

16

Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.

17

ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα ⸀γὰρ ⸂ἀλλήλοις ἀντίκειται⸃, ἵνα μὴ ἃ ⸀ἐὰν θέλητε ταῦτα ποιῆτε.

18

εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.

19

φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ⸀ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,

20

εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ⸂ἔρις, ζῆλος⸃, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,

21

⸀φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν ⸀καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.

22

Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,

23

πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.

24

οἱ δὲ τοῦ ⸀Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.

25

εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.

26

μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

SBLGNT 原文;不同分節保留來源節號,不拆分原文。

原文來源:SBLGNT 1.2 · SBLGNT © 2010 Society of Biblical Literature and Logos Bible Software; CC BY 4.0 · CC BY 4.0

中文原文分析及字典:信望愛 CBOL(開放資料與使用說明)。釋義由該來源提供,並非本站 AI 即時翻譯。API 說明

研讀工具